Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.16
Not analysed yet
πρὸς δὲ τῷ τέλει τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσ· πίζει λέγων εὐλογητὸς κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου· κύριος βοηθός μου καὶ ὑπερασπιστής μου, ἐπ’ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου, καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ. ἐφ’ οἶς τὸ θεῖον καὶ προφητικὸν πνεῦμα ἐπιλέγει κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστίν,”