Ancient Greek · ~5 min
16.11 to 16.15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.11-15
Not analysed yet
Εἶτ’ ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὅν ἀνειληφεν ἀπὸ γῆς ἄνθρωπον ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκε τῷ θεῷ καὶ πατρὶ, διὰ τοῦτό φαμεν αὐτῷ ‘μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.” καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται σωτήριά ἐστι καὶ ὠφέλιμα ἐν τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ ‟δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου” λέγοντες ‟καὶ πᾶσαν τὴν βουλήν σου πληρώσαι.” οἶς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντες φαμὲν ‟ἀλαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου.’ σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο, εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι’ ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; ὅθεν φαμὲν ‟καὶ ἐν ὀνόματι θεοῦ ἡμῶν μεγαλυνθησόμεθα, καὶ πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. Ψαλμοῦ κζ΄ Καὶ ὁ μετὰ χεῖρας Ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχὴν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. διὸ ἐν μὲν τῇ καταρχῆ̣ τοῦ Ψαλμοῦ φησι ‟πρὸς πρὸς σὲ, κύριε, ἐκέκραξα· ὁ θεός μου μὴ παρασιωπήσῃς ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.”