Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.19
Not analysed yet
οἶ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ θεοῦ ὄντα λόγον καὶ σοφίαν καὶ φῶς ἀληθινὸν καὶ ζωὴν, ἔπειτα τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν ‟καὶ εἲδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη.”