Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.20
Not analysed yet
Εἰκότως παρακαλοῦσι τὸν θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ τὸ δι’ ἡμὰς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεω τε ἡμῖν γενέσθαι δι’ αὐτὸν, ἐπεὶ τὰς ἁμαρτίας ἡμῶν ἀνείληφεν καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται.” ταῦτα δ’ ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ, καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσαθαι· αὕτη δὲ ἦν ἡ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυριαν οὖσαν καὶ κυριακὴν κρείττονα εἶναί φασι μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν, ἀλλ’ οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. μόνη δὲ αὕτη ἡ μία κυριακὴ τοῦ σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν, ἀλλ’ ἐν μόναις ταῖς αὐλαῖς τοῦ κυρίου λέλεκται.