Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16, lines 16.21-16.26
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.21-26
Not analysed yet
Ψαλμοῦ πη΄.
Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται, καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφη- τευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον Ψαλμὸν βασανίζοντες παραστήσομεν ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα.
Ψαλμοῦ ρλα΄.
εἶθ’ ὑποβάς φησιν ‟ἐκεῖ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”
Κἀνταῦθα περὶ τοῦ ἐκ σπέρματος Δαβὶδ ὄμνυσιν ὁ κύριος, ὅπερ σπἐὸμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων λύχνον φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν, ὡς εἰκὸς, λόγον, τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσι καθ’ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν.
καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παρα- θέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. ‟ἐκεῖ δὲ (φησὶν) ἐξανατελῶ κέρας,” τὸν τόπον δηλῶν ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι.