Ancient Greek · ~3 min
16.32 to 16.35
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.32-35
Not analysed yet
οἶς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυ τίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρασίς τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πε- σόντος αὐτῶν οἴκου τοῦ ἐν Ἰερουσαλὴμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ’ ἂν ἀνα- ἀναστησομένων tS μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. οὐκ ἔστι γοῦν, φησὶν, ὁ ἀνιστῶν αὐτήν. Ἀπὸ τοῦ Ἀμβακούμ. Ἀκύλας ‟ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν λαοῦ σου σὺν Χριστῷ σου.” ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκε, σὺν Χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεὸν, εἰκότως παρεθέμεθα τὴν λέξιν σαφῶς τῷ προβλήματι παρισταμένην.