Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.36
Not analysed yet
εἶεν δὲ ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν πλείους οἶ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν Χριστοὶ χρηματίΦντες, περὶ ὧν εἲρηται ‟μὴ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε,” οἴ τε εἰς αὐτὸν πεπιστευκότες, καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγε- νεσίας χρίσματος κατηξιωμένοι, καὶ οἶ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ ‟μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν.” Ἀπὸ τῶν Ἰερεμίου θρήνων. Χριστὸς ὀνομαστὶ ὑπὸ Ἰουδαίων ἐπιβουλευόμενος καὶ τοῖς ἔθνεσιν ἐπιγινωσκόμενος. ‟Πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ, ζησόμεθα ἐν τοῖς ἒθνεσιν.”