Ancient Greek · ~3 min
16.39 to 16.41
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.39-41
Not analysed yet
ἐπεὶ μὴ οἶόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα, καὶ πάλιν οὐκ ἔχοντα εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ, καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον ἀπό τε τῶν ἀνομιῶν αὐτῶν εἰς θάνατον παραδιδόμενον. εὖ δὲ καθ’ ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προτέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ’ ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν. Ἁπὸ τῆς πρώτης τῶν Βασιλειῶν.