Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.42
Not analysed yet
Τὴν εἰς οὐρανοὺς ἀποκατάστασιν αὖθις ὀνομαστὶ τοῦ Χριστοῦ ἢ καὶ θεοῦ λόγος ἐπινοεῖται, τήν τε ἐξάκουστον βροντῆς δίκην εἰς ἅπαντας διδασκαλίαν αὐτοῦ, καὶ τὴν μετὰ ταῦτα γενησομένην αὐτοῦ κατὰ πάντων κρίσιν ἡ θεία γραφὴ θεσπίζει. ἐξῆς δὲ τούτοις αὐτὸς ὁ κύριος δώσειν ἰσχὺν λέγεται τοῖς βασιλεῦσιν ἡμῶν. οὗτοι δ’ ἂν εἶεν οἱ ἀπόστολοι τοῦ Χριστοῦ, περὶ ὧν ἔχεις ἐν ξζ΄ Ψαλμῷ τὸ ‘‘κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.”