Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.4
Not analysed yet
εἰ δ’ ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἶ ἐκ περιτομῆς ὥρα τὸν προσδο- κώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον, φάσκον ‟παρέστησαν οἶ βασιλεῖς τῆς γῆς καὶ οἶ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες.