Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.5
Not analysed yet
εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; εἰ δὲ ἐντεῦθεν ἀποκλεισθέντες ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμὸν, καὶ οὕτω δεικτέον ὡς οὔτε Δαβὶδ οὔθ’ ἕτερός τις τῶν πώποτε παρ’ Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ’ υἱὸς χρηματίσας τοῦ θεοῦ οὔθ’ ὑπὸ τοῦ θεοῦ γεγενημένος, κατὰ τὸν ἐν τῷ Ψαλμῷ θεσπιζόμενον, οὐδ’ ἄρξας πάντων τῶν ἐθνῶν καὶ βασιλέων, ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος· εἰ δ’ οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δ’ ἔργοις συνίσταται ταῦτα πάντα, καὶ πάλαι μὲν ὑπομείνας, καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων ἐθνῶν τε καὶ λαῶν πολεμούμενος ὁ Χριστὸς τοῦ θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου παρέστησαν οἶ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοὐ Χριστοῦ αὐτοῦ·’ μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ Ψαλμοῦ δι’ ὧν εἴρηται ‟κύροις εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα γῆς.”