Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.4-2
Not analysed yet
ταῦτ’ οὖν φησι πείσεσθαι τὰ ἔθνη ἅπερ διατέθεικεν. ὡς γὰρ τὸν λαὸν τοῦ θεοῦ τῆς πατρῴας εὐσεβείας μεταστησάμενα σκῦλα τοῖς ἰδίοις δαίμοσι κατε- στήσαντο, οὕτω ποτὲ καὶ αὐτὰ τῆς πατρικῆς εἰδωλο λάτριας πρὸς τῶν πάλαι δεδουλευκότων αὐτοῖς σκυλευθήσονται, καὶ ὑπὸ τὸν ζυγὸν τῆς καθ’ Ἑβραίους εὐσεβείας μεταστήσονται. τοῦτο δὲ ἔσεσθαί φησιν ὁ κύριος δι’ ἑαυτοῦ ἐπὶ τῷ τοιῷδε κατορθώματι πρὸς τοῦ πατρὸς ἀποσταλησομένου.