Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.46
Not analysed yet
τίς δ’ ἂν οὗτος εἴη; πᾶς ὁ εὐσεβῶς προσιὼν τῇ ἱερουργίᾳ τοῦ Χριστοῦ τοῦ θεοῦ, ᾧ τὸν τῆς ἐκκλησίας οἶκον, οἷα σοφὸς ἀρχιτέκτων καὶ οἰκοδόμος, αὐτὸς ὁ τῶν ὅλων θεὸς οἰκοδομήσειν ὑπισχνεῖται, οὐδ’ ἄλλον οἶκον σημαίνων ἢ τὴν καθ’ ὅλης τῆς οἰκουμένης τῷ Χριστῷ ὀνομαστὶ συστᾶσαν ἐκκλησίαν, ἔνθα πᾶς ὁ διὰ Χριστοῦ τοῦ θεοῦ ἱερωμένος κατὰ τὰς πνευματικὰς λειτουργίας τὰ καταθύμια καὶ τὰ κατὰ ψυχὴν τοῦ θεοῦ λέγεται ποιήσειν, τῶν δι’ αἵματος ταύρων καὶ τράγων κατὰ τὴν πάλαι τυπικὴν ἀγωγὴν ἐπιτελουμένων μεμισῆσθαι ὑπὸ τοῦ θεοῦ διὰ τῆς Ἡσαΐου προφητείας ὁμολογουμένων.