Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16, lines 16.43-16.45
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.43-45
Not analysed yet
Ἀπὸ τῆς πρώτης τῶν Βασιλειῶν.
Ταῦτα πρὸς τὸν Ἤλει φήσας ὁ χρηματισμὸς ἐπιφέρει μεθ’ ἕτερα λέγων καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστὸν, ὃς πάντα τὰ έν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει, καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστὸν, καὶ διελεύσεται ἐνώπιον Χριστοῦ μου πάσας τὰς ἡμέρας.”
Μετάστασιν καὶ ἀποβολὴν ἀπειλήσας ὁ θεῖος λόγος τοῖς οὐ κατὰ τὸν ὀρθὸν τρόπον λειτουργοῦσιν, ἕτερον ἐξ ἑτέρου γένους καταστήσειν ἱερέα ἐπαγγέλλεται, ὃν καί φησιν διελεύσεσθαι ἐνώπιον Χριστοῦ αὐτοῦ, ἢ ἐμπεριπατήσειν εἰς πρόσωπον ἠλειμμένου αὐτοῦ, ὡς ὁ Ἀκύλας ἡρμήνευσεν, ἢ ὡς ὁ Σύμμαχος, ἀναστραφήσεσθαι ἔμπροσθεν τοῦ Χριστοῦ αὐτοῦ.