Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.8
Not analysed yet
ἐπίστησον δὲ ὡς ἴνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ υἱὸν θεοῦ ὑπ’ ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἶ ἱεραὶ γραφαὶ, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ’ αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ’ αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς. Ψαλμοῦ ἴθ’. Χριστὸς ὀιομαστὶ τῶν αἰτημάτων ἁπάντων παρὰ τοῦ πατρὸς τυγχάνων.