Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.9
Not analysed yet
‟Πληρώσαι Πληρώσαι κύριος πάντα τὰ αἰτήματά σου. νῦν ἔγνων ὅτι ἔσωσε κύριος τὸν Χριστὸν αὑτοῦ, ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὑτοῦ.” Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι’ ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν.