Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 17
Not analysed yet
τίνες οὖν οὗτοι; οὓς γὰρ ἂν φῇς, τούτους ἀπελέγχουσι πλανωμένους οἶ ἀντιδοξάζοντες. ἀλλὰ γὰρ, ὡς ἔοικε, δαιμόνων ἦν μαντεῖα, μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι ’καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἔπη βόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου ’μᾶλλον δὲ, εἰ χρὴ φά- ’ναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι ’οἱ δὴ περὶ σφῶν αὐτῶν μοιχείας καὶ ἀρρενομιξίας, μητρογαμίας τε καὶ ἀδελ- φῶν ἐκθέσμους κοινωνίας ^καὶ μυρίας ἄλλας θεομα- Χίας, ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς, ἀν- θρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασι, μυστη- ρίων τε ἐν ἀπορρήτοις τελεταῖς λεγόντων ἀκροώμε- νοὶ, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ’ ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρ- μόζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται.