Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18-2
Not analysed yet
Ἐν τοῖς Ἀριθμοῖς ὁ Μώσης εὐχόμενός φησιν ‘‘ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ’ ὀφθαλμοὺς ὀπτάνῃ σὺ κύριε·’ ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ σὺ κύριε.” ὁ δὲ Σύμμαχος ‘‘ὅτι σὺ εἶ κύριε.” καὶ ἐν Ἐξόδῳ εἴρηται ‟καὶ ἀνέβη Μώσης καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον ὅπου ὁ θεὸς Ἰσραήλ.” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ‟καὶ (φησὶ) τὸν θεὸν Ἰσραήλ,” ὁ δὲ Σύμμαχος ‟καὶ ὁράματι τὸν θεὸν Ἰσραήλ.” Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ.