Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.14
Not analysed yet
καὶ τὸ “εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοι ώθημεν·” τῆς νενοημένης ἡμῖν κατὰ διάνοιαν πολιορκίας ἄπειροι διεφυλάχθησαν οὐ μόνον, ἀλλὰ καὶ τῆς πρὸς λέξιν ἀποδοθείσης. οἶ γοῦν ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν, καὶ πάντες οἱ ἐξ Ἰουδαίων εἰς αὐτὸν πεπιστευκότες, μακρὰν τῆς Ἰουδαίας γῆς γενόμενοι, καὶ τοῖς λοιποῖς ἔθνεσιν ἐπισπαρέντες, τὸν κατὰ τῶν οἰκούντων τὴν πόλιν ὄλεθρον διαδρᾶναι τότε ἠδυνήθησαν.