Ancient Greek · ~2 min
18.15 to 18.16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.15-16
Not analysed yet
καὶ τοῦτο δὲ ἡ προφητεία προλαβοῦσα ἐθέσπισε δι’ ὧν ἔφησεν “οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν.” οἷς ἑξῆς ἐπιλέγει “καὶ ἐξελεύσεται κύριος καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου.” ἐν ποίοις δὲ ἔθνεσι κύριος παρατάξεται ἢ ἐν τοῖς τὴν Ἱερουσαλὴμ πολιορκήσουσι ; δηλοῖ δὲ ὁ λόγος αὐτὸν τὸν κύριον συμμαχήσειν τοῖς πολιορκοῦσιν, ἐν αὐτοῖς ὄντα καὶ σὺν αὐτοῖς παραταττόμενον, ὥσπερ τινὰ στρατηγὸν καὶ ὑπέρμαχον αὐτῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευόμενον.