Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.18
Not analysed yet
ὡς γὰρ ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ, καὶ ἦν ἀμπελὼν κυρίου Σαβαὼθ ἀλληγορικῶς ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι ἀγριέλαιον οὖσαν κατεφύτευσεν, ἐγκεντρίσας ἐπὶ τὰς ἀποστολικὰς τῆς καλλιε- λαίου ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομὴν, ὥσπερ οὖν ὁ ἀπόστολος παιδεύει ‘καὶ κατεφύτευσέ γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονονουχὶ διὰ τῆς προφητείας τείας λέγων “ἐλαίαν ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσε κύριος τὸ ὄνομά σου.”