Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.19
Not analysed yet
ἐπεὶ γὰρ ὁ πρῶτος ἀμπελὼν δέον ποιήσαι σταφυλὴν ἐποίησεν ἀκάνθας, καὶ οὐ δικαιο- σύνην, ἀλλὰ κραυγὴν, εἰκότως ὡς ἂν ἀκάρπου αὐτοῦ καθελὼν ὁ θεὸς τὸν φραγμὸν αὐτοῦ καὶ τὸν τοῖχον αὐτοῦ, παραδούς τε αὐτὸν τοῖς ἐχθροῖς εἰς διαρπαγὴν καὶ καταπάτησιν, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος ἐλαιῶνα ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέους τετυχηκότα, καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ’ ἔστι ψυχαῖς ἁγίαις καὶ φωτὸς θρεπτικαῖς, οἵαις τε λέγειν ‟ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ.”