Ancient Greek
18.21 to 18.22
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.21-22
Not analysed yet
πῶς γὰρ καὶ οἷόν τε ἦν ἅπαξ καθῃρημένης; μεταβάντων δὲ ἐξ αὐτῆς ἐπὶ τὸ ἄντικρυς τῆς Ἱερουσαλὴμ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἐνταῦθα στήσεσθαι διδάσκει. τοῦτο δὲ καὶ ὁ προφήτης Ἰεζεκιὴλ τῷ θείῳ πνεύματι προ- λαβὼν θεωρεῖ. λέγει δὴ οὖν ‟καὶ ἐξήγειρε τὰ Χερουβὶμ τὰς πτέρυγας αὐτῶν, καὶ οἶ τροχοὶ ἐχόμενοι αὐτῶν, καὶ ἡ δόξα θεοῦ Ἰσραὴλ ἦν ἐπ’ αὐτοῖς ὑπεράνω αὐτῶν, καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσου τῆς πόλεως, καὶ ἔστη ἐπὶ τοῦ ὅρους ὃ ἦν ἀπέναντι τῆς πόλεως.