Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.20
Not analysed yet
τοῦτο δὲ τὸ τῶν ἐλαιῶν ὄρος κατέναντι τῆς Ἱερουσαλὴμ εἶναι λέλεκται, ἐπειδήπερ ἀντὶ τῆς παλαιᾶς ἐπιγείου Ἱερουσαλὴμ καὶ τῆς ἐν αὐτῇ θρησκείας συνέστη τῷ θεῷ μετὰ τὴν τῆς Ἱερουσαλὴμ καθαίρεσιν. φήσας γοῦν ἀνωτέρω ὁ λόγος περὶ τῆς Ἱερουσαλὴμ ‘ὡς ἀλώσεται ἡ πόλις, καὶ τὰ ἐχθρὰ καὶ πολέμια ἔθνη συναχθήσεται ἐπ’ αὐτὴν, καὶ διαμερισθήσεται τὰ σκῦλα αὐτῆς,” εἰκότως οὐκ ἐπὶ Ἱερουσαλὴμ τοὺς πόδας τοῦ κυρίου στήσεσθαί φησι.