Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.26
Not analysed yet
ἔστι μὲν οὖν καὶ πρὸς λέξιν κατέναντι Ἱερουσαλὴμ καὶ ἐξ ἀνατολῶν αὐτῆς τὸ δηλούμενον τῶν ἐλαιῶν ὄρος. πλὴν ἀλλὰ κατὰ τὴν διάνοιαν ἡ ἁγία Χριστοῦ ἐκκλησία, καὶ τὸ ὄρος ἐφ’ ᾧ τεθεμελίωται, περὶ οὑ διδάσκει λέγων ὁ σωτὴρ ‟οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη,” ἀντὶ τῆς πεσούσης καὶ μὴ ἐγερθείσης Ἱερουσαλὴμ ἀνεγερθεῖσα, καὶ τῶν ποδῶν τοῦ κυρίου καταξιωθεῖσα, οὐ μόνον κατέναντί ἐστιν Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐξ ἀνατολῶν αὐτῆς, προσλαβοῦσα τὰς αὐγὰς τοῦ τῆς θεοσεβείας φωτὸς, καὶ πολὺ προτέρα τῆς Ἱερουσαλὴμ γενομένη, αὐτῷ τε πλησιάσασα τῷ τῆς δικαιοσύνης ἡλίῳ, περὶ οὗ λέλεκται ‟τοῖς τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης.”