Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.27
Not analysed yet
Εἰ δὲ λέγοι τὸ ἑξῆς ὅτι “σχισθήσεται τὸ ὄρος τῶν ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς καὶ θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ αὐτοῦ πρὸς τὸν βορρᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον,’ δύναται μὲν τὴν καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἐξάπλωσιν τῆς ἐκκλησίας σημαίνειν, ἐπεὶ καὶ ἀνατολὰς ἡλίου, αὐτά τε τὰ ἑῷα καὶ ἀνατολικὰ ἔθνη πεπλήρωκεν, διατείνει δὲ καὶ ἐπὶ τὴν δυτικὴν θάλασσαν τάς τε ἐν αὐτῇ νήσους· οὐ μὴν ἀλλ’ ἔφθακε κατά τε νότον καὶ μεσημβρίαν, κατά τε βορρᾶν καὶ ἄρκτον.