Ancient Greek · ~2 min
18.34 to 18.35
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.34-35
Not analysed yet
δηλοῖ δὲ τοῦτο κατὰ τὴν Ἑβραίων φωνὴν ποίησιν θεοῦ. οὕτω δὲ, φησὶν, ἡ παλαιὰ φάραγξ πλησιάσασα τῷ ὄρει καὶ τῇ Χριστοῦ ἐκκλησίᾳ τῷ τε ποιήματι θεοῦ ἐμφραχθήσεται καὶ ἀποκλεισθήσεται, ὃν τρόπον ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα. ζητῶν δὲ παρ’ ἐμαυτῷ καὶ τὰς θείας περιιὼν γραφὰς, εἴ ποτε ἐν ταῖς ἡμέραις Ὀζίου ἡ ἐνταῦθα δηλουμένη φάραγξ ἐνεφράγη ἀπὸ προσώπου τοῦ σεισμοῦ, ἐν μὲν ταῖς τῶν Βασιλειῶν ἱστορίαις οὐδὲν ηὕρισκον· οὐδὲ γὰρ σωματικῶς κατ’ αὐτὸν σεισμὸς γεγονὼς, οὔτε τι τοιοῦτο περὶ φάραγγος ἐν αὐταῖς εἰρημένον ἀναγέγραπται.