Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.36
Not analysed yet
ἱστορεῖταί γε μὴν Ὀζίας ἐν ἀρχαῖς δίκαιος γεγονέναι, εἶτα διαβέβληται ὡς ἐπαρθεὶς τῇ διανοίᾳ, καὶ δι’ αὑτοῦ θῦσαι τῷ θεῷ τολμήσας, διὸ καὶ λέπραν αὐτῷ κατὰ τοῦ προσώπου ἀνθῆσαι. τοῦτο μὲν οὖν ἡ βίβλος τῶν Βασιλειῶν παρίστησιν· ὁ δέ γε Ἰώσηπος καὶ τὰς ἔξωθεν Ἰουδαι· κὰς δευτερώσεις ἀπηκριβωκὼς, ἅτε Ἑβραῖος ἐξ Ἑβραίων τυγχάνων, ἐπάκουσον οἷα γενέσθαι κατὰ τοὺς αὐτοῦ δηλοῖ χρόνους, λέγων ‟ὡς ἄρα κατεπειγόντων τὸν Ὀζίαν τῶν ἱερέων ἐξιέναι τοῦ ἱεροῦ, καὶ μὴ παρανομεῖν εἰς τὸν θεὸν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσιν.