Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 19
Not analysed yet
τὸ γὰρ μὴ μόνον ἀλόγων ζῴων σφαγαῖς χαίρειν, ἀλλὰ καὶ ἀν- θρώπων ἀπωλείαις, ποίας ὠμότητος ὑπερβολὴν οὐχ ὑπερηκόντισε; ταῦτα γὰρ ἦν, ὡς ἔφην ^τὰ διὰ τῆς Προπαρασκευῆς ἐξ αὐτῶν τῶν Ἑλληνικῶν φιλοσόφων τε καὶ συγγραφέων μεμαρτυρημένα, ἐξ ὧν καὶ μά- Λίστα δαίμονες ὄντες πονηροὶ πολυπλόκοις μηχαναῖς, τοτὲ μὲν ταῖς διὰ μαντειῶν, τοτὲ δὲ ταῖς δι’ οἰωνῶν ἢ συμβόλων ἢ θυμάτων ἢ τῶν παραπλησίων, τὸ ἁν- θρώπειον διαστρέφοντες γένος δείκνυνται.