Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 19
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 19.3
Not analysed yet
Εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεὸς, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκο σμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ “χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυρι- άδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ,” ὁ πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ ἀρχιστράτηγος δυνάμεως κυρίου ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ μεγάλης βουλῆς ἄγγελος ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρὸς, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς.