Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 19
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 19.4
Not analysed yet
ἀποδέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς, καὶ Χριστὸς ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυὶ φανεὶς ἐν ἀνθρώπου εἴδει γαληνῷ καὶ εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσι, τὴν σωτήριον εἰς ἀνθρώπους αὑτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαξόμενος, τῷ δὲ Ἰακὼβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν.