Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.1-5
Not analysed yet
********************ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν κατ’ ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ. εἶτ’ ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ’ ἀνθρώπων μὲν, ὑπ’ αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησὶν ‟ὦ θεὲ, (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος) ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου·”