Ancient Greek · ~5 min
2.2 to 2.5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.2-5-5
Not analysed yet
ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέ σε ἔλαιον ἄγαλ- λιάσεως παρὰ τοὺς μετόχους σου. ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδὲ ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ καὶ φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον ἦν τοὺς παλαιοὺς Ἑβραίων ἱερέας καὶ βασιλέας χρίεσθαι. ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡς ἂν μόνος, μὴ δι’ ἀνθρώπων, μηδ’ ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος. διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους, Χριστὸς ἂν ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἶ οἷοί τε λέγειν ‘‘μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ; περὶ ὧν εἴρηται ‟μὴ ἅπτεσθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι’ ἢν αἰτίαν, καθ’ ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι’ ὁπλιτικῆς παρατάξεως, ἀλλ’ ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς.