Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.10
Not analysed yet
καὶ τοῦτ’ ἂν εἴη ὁ ριστιανισμὸς, οὔτε Ἑλληνισμός τις ὢν οὔτε Ἰουδαϊσμὸς, ἀλλὰ τὸ μεταξὺ τούτων, παλαίτατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία, πλὴν ἀλλὰ νεωστὶ πᾶσιν ἀνθρώποις τοῖς καθ’ ὅλης τῆς οἰκουμένης νενομοθετημένη· ὥστε τὸν ἐξ Ἑλληνισμοῦ ἐπὶ τὸν Χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ Ἰουδαϊσμὸν ἐκπίπτειν, οὐδ’ αὖ πάλιν ἐκ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἀναχωροῦντα εὐθύς Ἕλληνα γενέσθαι, τὸν δὲ ἐξ ἑκατέρου τάγματος, ἔκ τε Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ, μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον τὸν τῶν πάλαι θεοφιλῶν καὶ δικαίων ἀνδρῶν, ὃν ὁ σωτὴρ καὶ κύριος ἡμῶν μακρὸν ἐφησυχάσαντα χρόνον αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωυσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν.