Ancient Greek · ~2 min
2.8 to 2.9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.8-9
Not analysed yet
Εἰ δὴ οὖν καὶ τῆς εἰδωλολάτρου πλάνης ἀλλότριοι καθεστήκεσαν, καὶ Ἰουδαϊσμοῦ δὲ ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι, ὥρα τρίτον ἐπινοεῖν θεοσεβείας τρόπον, δι’ οὑ κατορθῶσαι εἰκὸς ἢν αὐτούς. σκόπει τοιγαροῦν εἰ μὴ τοῦτ’ αὐτὸ ἦν τὸ μεταξὺ Ἰουδαϊσμοῦ καὶ Ἑλληνισμοῦ τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύτατον, νεωστὶ δὲ διὰ τοῦ ἡμετέρου σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγ- γελμένον.