Ancient Greek · ~2 min
2.20 to 2.21
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.20-2-21
Not analysed yet
Ὡσαύτως δὲ καὶ πολὺ διαφερόντως ὁ ἡμέτερος σωτὴρ ἀναγαγὼν τοὺς ἑαυτοῦ μαθητὰς εἰς ὄρος ὑψηλὸν λίαν, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. πάλιν Μώσης λεπρὸν ἐκαθάρισε. γέγραπται δ’ οὖν “καὶ ἰδοὺ Μαρὶα λεπρῶσα ὡσεὶ χιών.” καὶ μετ’ ὀλίγα “καὶ ἐβόησε Μώσης πρὸς κύριον, λέγων, ὁ θεὸς δέομαι ἴασαι ἀυτὴν.”