Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.22
Not analysed yet
Ὡσαύτως δὲ καὶ μείζονι δυνάμει ἐξουσίας ὁ Χριστὸς τοῦ θεοῦ προσελθόντος αὐτῷ λεπροῦ, καὶ φήσαντος “ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι· ὑπεκρίνατο· θέλω, καθαρίσθητι. καὶ ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.” πάλιν Μώσης δακτύλῳ θεοῦ ἔφησε τὸν νόμον γεγράφθαι. γέγραπται δ’ οὖν “καὶ ἔδωκε τῷ Μωσεῖ, ἡνίκα κατέπαυσε λαλῶν αὐτῷ ἐν τῷ ὄρει Σινὰ, τὰς δύο πλάκας τοῦ μαρτυρίου, πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τοῦ θεοῦ.