Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.24
Not analysed yet
Ἐφ᾿ ὅλοις τούτοις Μωσῆς μετωνόμασε τὸν Ναυὴν Ἰησοῦν, ὡσαύτως δὲ καὶ ὁ σωτὴρ, τὸν Σί- μώνα Πέτρον. καὶ πάλιν, Μώσης κατέστησε τῷ λαῷ ἡγουμένους ἑβδομήκοντα. λέγει δ’ οὖν ἡ γραφὴ “συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραὴλ, καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπ’ αὐτούς· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας.” 25, Ὡσαύτως δὲ καὶ ὁ σωτὴρ ἀνέδειξεν αὐτοῦ μαθητὰς ἑβδομήκοντα, καὶ ἀπέστειλεν ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ. καὶ πάλιν Μώσης δώδεκα ἄνδρας ἐξέπεμψε τὴν γῆν κατασκεψομένους· ὡσαύτως δὲ καὶ πολὺ κρεῖττον ὁ ἡμέτερος σωτὴρ δώδεκα ἀποστόλους ἐξαπέστειλεν ἐπισκέψασθαι πάντα τὰ ἔθνη. πάλιν Μώσης νομοθετεῖ λέγων “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις.”