Ancient Greek · ~3 min
2.26 to 2.27
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.26-27
Not analysed yet
Ὁ δὲ σωτὴρ ἡμῶν ἐπιτείνων τὸν νόμον οὐ τὸ φονεύειν μόνον, ἀλλὰ καὶ τὸ θυμοῦσθαι ἀπαγορεύει· ἀντὶ τοῦ μὴ μοιχεύειν μηδ’ ἐμβλέπειν γυναικὶ μετὰ ἐπιθυμίας ἀκολάστου παραινεῖ, ἀντί τε τοὐ μὴ κλέπτειν τὰ οἰκεῖα τοῖς ἐνδεέσι προΐεσθαι προστάιτει. ὑπερβὰς δὲ καὶ τὸ ἐπιορκεῖν τὴν ἀρχὴν μηδὲ ὀμνύναι νομοθετεῖ. καί τι με δεῖ μηκύνειν τὸν λόγον εἰς ἀπόδειξιν τοῦ τὰ παραπλήσια καὶ ἐγγὺς ἀλλήλων πεποιηκέναι Μωσέα καὶ Ἰησοῦν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, παρὸν, ὅτῳ φίλον, ἐπὶ σχολῆς ἀναλέξασθαι ταῦτα; ἐπεὶ καὶ τὸν θάνατον Μώσεως μηδένα δένα φασὶν ἐγνωκέναι, μηδὲ τὴν ταφὴν αὐτοῦ, ὥσπερ οὖν οὐδὲ τοῦ σωτῆρος ἡμῶν τὴν μετὰ τὴν ἀναβίωσιν εἰς τὴν θεότητα μεταβολήν.