Ancient Greek · ~3 min
2.29 to 2.31
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.29-31
Not analysed yet
Αὐτός τε Μώσης πρὸς τὸν λαὸν τὴν τοῦ θεοῦ διερμηνεύων φωνὴν ἔφησεν ‟προφήτην ἀδελφῶν ὑμῶν ἀναστήσει κύριος ὁ θεὸς ὑμῶν· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.” Ὅτι δὲ τῶν μετὰ Μωσέα προφητῶν οὐδεις πρὸ τοῦ σωτῆρος ἡμῶν ὅμοιος ἐγήγερται Μωσεῖ σαφῶς ἡ παλαιὰ γραφὴ διδάσκει λέγουσα ‟καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ, ὡς Μώσης, ὃν ἔγνω κύριος πρόσωπον κατὰ πρόσωπον ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασι.” Δέδεικται τοίνυν τὸ ἔνθεον πνεῦμα διὰ Μώσεως περὶ τοῦ σωτῆρος ἡμῶν θεσπίσαν, εἰ δὴ μόνος αὐτὸς καὶ οὐδ’ ἄλλος ὅμοιος τῷ Μωσεῖ γεγονὼς ταῖς αὐτοῦ Μώσεως φωναῖς ἀκολούθως συνέστη. σκέψαι δὲ καὶ ἄλλην προφητείαν ἀνάγραπτον.