Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.32
Not analysed yet
ἐπειδὴ γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἄνθρωπον κατὰ σάρκα γενόμενον ἐκ σπέρματος Ἰσραὴλ μυρία πλήθη ἐν πᾶσι τοῖς ἔθνεσι κυριολογεῖ, τῆς ἐνθέου δυνάμεως αὐτοῦ χάριν κύριον ὁμολογοῦντα, καὶ τοῦτο πάλιν Μώσης συνιδὼν τῷ θείῳ πνεύματι διὰ τῆς αὐτοῦ γραφῆς τοῦτον ἀνεφώνησε τὸν τρόπον ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ.” λέγει δὲ τοῦ Ἰσραὴλ· ‟καὶ κυριεύσει ἐθνῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.”