Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.3
Not analysed yet
τί οὖν φήσαιμεν ἂν περὶ τῶν πρὸ Μωυσέως καὶ πρὸ τοῦ ΙουδαΪσμοῦ θεοφιλῶν ἀνδρῶν, ὧν ὁ μωυσῆς ἐμνημόνευσεν, οἷον περὶ Ἐωὼχ, ᾧ μαρτυρεῖ λέγων “εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, ”καὶ περὶ τοῦ Νῶε, περὶ οὗ πάλιν φησὶ “Νῶε δὲ ἦν ἄνθρωπος δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ, ”περί τε τοῦ Σῆμ’ καὶ τοῦ Ἰάφεθ, περὶ ὧν ταῦτα ἀναγράφει “εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Σῆμ’, καὶ πλατύναι ὁ θεὸς τῷ ‘Ιάφεθ.”