Ancient Greek
2.4 to 2.6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.4-6
Not analysed yet
καὶ ἔτι πρὸς τούτοις περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ, οἷς καὶ τὸν Ἰὼβ συναριθμεῖν εὔλογον, λόγον καὶ καὶ εἴ τινες ἄλλοι τὸν ἐμφερῆ τούτοις ἐξήλωσαν βίον; ἆρά γε Ἰουδαίους αὐτοὺς χρῆναι γεγονέναι ἢ Ἐλληνας; ἀλλὰ γὰρ Ἰουδαῖοι μὲν οὐκ ἂν εὐλόγως λεχθεῖεν, μήπω τῆς Μωυσέως παρεισχθείσης τῷ βίῳ νομοθεσίας. εἰ γὰρ Ἰουδαϊσμὸς οὐδὲν (18) ἦν ἕτερον ἢ ἡ κατὰ Μωυσέα πομπεία, Μωυσῆς δὲ μακροῖς ὕστερον χρόνοις τῶν εἰρημένων πέφηνε, δηλον ὡς οὐκ ἂν εἶεν Ἰουδαῖοι οἱ πρὸ τῶν αὐτοῦ χρόνων ἐπ’ εὐσεβείᾳ μεμαρτυρημένοι. ἀλλ’ οὐδὲ Ἕλληνας προσήκει νομίζειν αὐτοὺς, μὴ xfj πολυθέῳ δεισιδαιμονίᾳ κεκρατημένους. ὅ τε γὰρ Ἀβραὰμ καταλεῖψαι τελέως λέγεται οἶκον πατρῷον καὶ συγγένειαν καὶ ἐνὶ μόνῳ προσεσχηκέναι θεῷ, ὃν καὶ ὁμολογεῖ φάσκων “ἐκτενῶ πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.”