Ancient Greek · ~6 min
2.40 to 2.44
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.40-44
Not analysed yet
εἶθ’ ὑποβὰς ἑξῆς προφητικῷ τρόπῳ τὴν τῶν ἀλλοφύλων ἐθνῶν βαρβάρων τε καὶ Ἑλλήνων τῶν τε ἀγριωτάτων καὶ θηριωδεστάτων ἀνθρώπων τὴν ἐπὶ τὸ πρᾶον καὶ ἥμερον διὰ τῆς Χριστοῦ διδασκαλίας γενησομένην μεταβολὴν θεσπίζει. λέγει δ’ οὖν καὶ συναναπαύσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα καὶ τὰ τούτοις παραπλήσια, ἃ καὶ παρὰ πόδας διασαφῶν ἑρμηνεύει φήσας καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.” Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελειμμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, ὧν ἐθνῶν ἄρξειν φησὶν τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαὶ, ἀφ’ οὗ δὴ ὁ σωτὴρ καὶ κύριος ἡμῶν γενεαλογεῖται, ἐφ’ ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρρήσει καὶ έσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.” τοῦτο δὴ παράθες τοῖς παρὰ Μωσεῖ φερομένοις διαστέλλων, καὶ τὸ μὲν ‟ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ”ἐφάρμοσον τῷ ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·” καὶ τὸ ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι” τῷ ‟καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.” τί γὰρ διαφέρει φάσκειν ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν” ἢ ‟αὐτὸς ἔσται προσδοκία ἐθνῶν;” πάλιν δ’ ὁ αὐτὸς Ἡσαΐας περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει ‟ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.” καὶ ἐπιφέρει ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”