Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.39
Not analysed yet
Καὶ Μώσης μὲν τοσαῦτα, καὶ τὰ τούτων ἕτερα πλείω περὶ τοῦ Χριστοῦ πρὸς πάντας ἡμᾶς εὐαγγελίζεται· ἀδελφὰ δὲ αὐτῷ καὶ Ἡσαΐας ἀφωρισμένως περί τινος ἑνὸς ἐκ σπέρματος καὶ διαδοχῆς Δαβὶδ τοῦ βασιλέως ἀναστησόμενον ταῦτα προλέγει ‟ἐξελεύσεται ‟ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, ἐκ τῆς ῥίζης αὐτοῦ ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως· ”καὶ τὰ λοιπά.