Ancient Greek · ~3 min
2.47 to 2.49
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.47-49
Not analysed yet
ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστὸς, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις. καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο· τῆς δὲ γενέσεως αὐτοῦ τὸ θαῦμα ποτὲ μὲν δι’ αἰνιγμάτων, ποτὲ δὲ καὶ λευκότερον ὁ Ἠσαίας παρίστησι· δι’ αἰνιγμάτων μὲν, ὅταν λέγῃ ‟κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν οὕτως ‟καὶ ἀναρρηθήσεται ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου.” ὁ δὲ Θεοδοτίων ‟καὶ ἀναβήσεται.” θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ.