Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.50
Not analysed yet
Διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ κυρίου, ὃς ἦν ὁ τοῦ θεοῦ λόγος, ἐνώπιον αὐτοῦ, φησὶν, ἀνηγγείλαμεν ὡς παιδίον θηλάζον καὶ τιθιζόμένον, καὶ ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου. τὸ μὲν οὖν παιδίον τὸ τιθιζόμενον καὶ θηλάζον ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ γῆ ἡ ἄβατος καὶ διψῶσα τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ᾗ οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ’ ἧς καίπερ ἀβάτου τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ τιθιζόμενον καὶ θηλάζον παιδίον.