Ancient Greek
2.51 to 2.52
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.51-52
Not analysed yet
ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν ἐπὰν λέγῃ ‟ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ’ ἡμῶν ὁ θεός.” τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ. Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ’ Ἑβραίοις ἐμελετᾶτο. μή τι οὖν ἐπίδοξόν τινα δυνάστην, ἢ τύραννον, ἤ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων, τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν, ὅτι μηδὲ ἐφάνη τοιοῦτος.