Ancient Greek · ~5 min
2.54 to 2.57
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.54-57
Not analysed yet
‟Τί οὖν λείπεται ἐπὶ τούτοις; εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν καὶ γένος, καὶ τρόπον γενέσεως, καὶ τῆς παρθένου τὸ θαῦμα, καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἠσαίας θεσπίζει; ‟ἄνθρωπος φησὶν) ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὕτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·” καὶ τὰ λοιπά. σημαίνει δὲ διὰ τούτων ὡς ἄρα ὁ Χριστὸς ἐκτὸς πάσης ὑπάρχων πλημμελείας τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ’ οὐχ ὑπὲρ ἑαυτοῦ.