Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.58
Not analysed yet
εἰ δὲ καὶ τραυματισθήσεται λόγοις βλασφήμοις βαλλόμενος, καὶ τοῦτ’ ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια ὧν παρ’ ἀνθρώποις πεισεται ὁ ἀναμάρτητος ταῦτα ἦν· Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῶ συσκευασαμένων οὐδὲν ὑπιδόμενος ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων ‟ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.”